Psalms 108

1
LXX: Psa.107:1
ωδη ψαλμοῦ τῷ Δαυιδ.
LXX: Psa.107:2
ἑτοίμη καρδία μου, θεός, Ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.
2
LXX: Psa.107:3
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
3
LXX: Psa.107:4
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν,
4
LXX: Psa.107:5
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου
5
LXX: Psa.107:6
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.
6
LXX: Psa.107:7
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
7
LXX: Psa.107:8
θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
8
LXX: Psa.107:9
ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου·
9
LXX: Psa.107:10
Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
10
LXX: Psa.107:11
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;
11
LXX: Psa.107:12
οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
12
LXX: Psa.107:13
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία σωτηρία ἀνθρώπου.
13
LXX: Psa.107:14
ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.
Copyright information for LXX